Πέμπτη 14 Δεκεμβρίου 2023

Ο Εσπερινός της εορτής του Αγίου Ελευθερίου

Παρασκευή 15 Δεκεμβρίου 2023

Ήχος εβδομάδος β΄.

† Ἐλευθερίου ἱερομ. καί τῆς μητρός αὐτοῦ Ἀνθίας

///////////////////////////

ΤΗ ΙΕ’ ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου.

ΤΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

ὁ Ἱερεὺς ἐκφωνεῖ·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ:

Ἀμήν.

(Εάν γίνει αγρυπνία με συνημμένο στον Εσπερινό τον Όρθρο, τότε εκφωνεί:)

Δόξα τῇ Ἁγίᾳ καί Ὁμοουσίῳ καί Ζῳοποιῷ καί Ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.)

[Κανονικά αν δεν προηγήθηκε η ενάτη, πρέπει να λεχθεί πρώτα το Βασιλεῦ οὐράνιε και το Τρισάγιο.]

Ὁ Ἀναγνώστης αναγινώσκει τον Προοιμιακόν Ψαλμόν.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ργ’ (103)

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον· Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.

Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.

ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρῳδιοῦ ἡ κατοικία ἠγεῖται αὐτῶν.

Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς.

Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

Ἐκεῖ πλοῖα διαπορεύονται δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον· δόντος σου αὐτοῖς συλλέξουσιν.

Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα Πατρὶ... Καὶ νῦν...

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Διάκονος

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Χορός

Κύριε, ἐλέησον.

Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ἐλέησον.

Ὑπέρ τῆς εἰρήνης του σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων του Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ἐλέησον.

Ὑπέρ του ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ἐλέησον.

Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ἐλέησον.

Ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν..., τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός του Κλήρου καί του Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ἐλέησον.

Ὑπέρ του εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ἐλέησον.

Ὑπέρ τῆς (πόλεως) ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ἐλέησον.

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ἐλέησον.

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ἐλέησον.

Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ἐλέησον.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Κύριε, ἐλέησον.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Σοὶ Κύριε.

Ἱερεύς

Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων.

Χορός

Ἀμήν.

Ψαλλομένου τοῦ Κύριε ἐκέκραξα, ὁ Διάκονος λαβὼν τὸ θυμιατήριον καὶ θυμίαμα βαλὼν ἐν αὐτῷ λέγει πρὸς τὸν Ἱερέα·

Εὐλόγησον, Δέσποτα, τό θυμίαμα.

Καὶ ὁ Ἱερεὺς εὐλογεῖ τὸ θυμίαμα λέγει·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ μετὰ τὴν εὐλογίαν, εἰς τὰς λέξεις ὡς θυμίαμα τοῦ Κατευθυνθήτω, θυμιᾷ ὁ Διάκονος τὴν ἁγίαν Τράπεζαν κύκλο, τὸ ἱερατεῖον ὅλον (πρόθεσιν, ἱερὸν βῆμα)· καὶ ἐξερχόμενος διὰ τῆς βορείου πύλης, θυμιᾷ τὸν θρόνον, τὰς εἰκόνας, τὸν λαὸν καὶ τὸν ναὸν ἅπαντα κατὰ τὸ ἔθος τῶν ἁγίων Ἐκκλησιῶν, ὑποστρέφων καὶ πάλιν διὰ τῆς νοτίου πύλης ἐν τῷ Βήματι.

ΚΕΚΡΑΓΑΡΙΟ

Ψαλμὸς ρμ’ (140)

Ἦχος δ΄

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Στιχολογία επιλύχνιων ψαλμών

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα΄ (141)

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.

Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

ἱστῶμεν στίχους 6 καὶ ψάλλομεν

Στιχηρὰ Προσόμοια τοῦ ἁγίου.

Ἦχος δ’

Ἔδωκας σημείωσιν.

Στίχος 6. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.

Σκεῦος ἱερώτατον, Πνεύματος θείου γεγένησαι, τὴν ψυχὴν καθηράμενος, παθῶν ἱερώτατε· ἔνθεν χρῖσμα θεῖον, ἅγιον ἐδέξω, Ἀρχιερεὺς σὺ γεγονώς, καὶ ποδηγέτης λαοῦ θεόφρονος, καὶ μάρτυς ἀπαράτρωτος, τοῦ δι' ἡμᾶς πάθη φέροντος, καὶ ἀπάθειαν βλύσαντος, ἀθλητὰ Ἐλευθέριε.

Στίχος 5. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Το αυτό.

Σκεῦος ἱερώτατον, Πνεύματος θείου γεγένησαι, τὴν ψυχὴν καθηράμενος, παθῶν ἱερώτατε· ἔνθεν χρῖσμα θεῖον, ἅγιον ἐδέξω, Ἀρχιερεὺς σὺ γεγονώς, καὶ ποδηγέτης λαοῦ θεόφρονος, καὶ μάρτυς ἀπαράτρωτος, τοῦ δι' ἡμᾶς πάθη φέροντος, καὶ ἀπάθειαν βλύσαντος, ἀθλητὰ Ἐλευθέριε.

Στίχος 4. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Σώματος ἠλόγησας, αἰκιζομένου ταῖς μάστιξι, καὶ πυρὶ προσεγγίζοντος τὸν νοῦν γὰρ προσήλωσας, ἀνεικάστω πόθῳ, τῷ ὡραιοτάτῳ, κάλλει τοῦ θείου ἐραστοῦ· οὗ τῷ γλυκίῳ ἐτρώθης ἔρωτι, Μαρτύρων ἐγκαλλώπισμα, Ἀρχιερέων ἀγλάϊσμα, ἀθλητὰ Ἐλευθέριε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

Στίχος 3. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Το αυτό.

Σώματος ἠλόγησας, αἰκιζομένου ταῖς μάστιξι, καὶ πυρὶ προσεγγίζοντος τὸν νοῦν γὰρ προσήλωσας, ἀνεικάστω πόθῳ, τῷ ὡραιοτάτῳ, κάλλει τοῦ θείου ἐραστοῦ· οὗ τῷ γλυκίῳ ἐτρώθης ἔρωτι, Μαρτύρων ἐγκαλλώπισμα, Ἀρχιερέων ἀγλάϊσμα, ἀθλητὰ Ἐλευθέριε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

Στίχος 2. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Καλῶς τὸν ἀγῶνά σε, τεθεαμένη τελέσαντα, ἡ καλῶς σε κυήσασα, τὸν ἴσον ποθήσασα, διανύσαι δρόμον, σοὶ περιπλακεῖσα, μέσον τοῦ σκάμματος σοφέ, καθάπερ δάμαλις ἀποσφάττεται· μεθ' ἧς σε ἱκετεύομεν, ὑπὲρ ἡμῶν Ἐλευθέριε, τὸν Σωτῆρα καὶ Κύριον, ἐκδυσώπει πανόλβιε.

Στίχος 1. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Το αυτό.

Καλῶς τὸν ἀγῶνά σε, τεθεαμένη τελέσαντα, ἡ καλῶς σε κυήσασα, τὸν ἴσον ποθήσασα, διανύσαι δρόμον, σοὶ περιπλακεῖσα, μέσον τοῦ σκάμματος σοφέ, καθάπερ δάμαλις ἀποσφάττεται· μεθ' ἧς σε ἱκετεύομεν, ὑπὲρ ἡμῶν Ἐλευθέριε, τὸν Σωτῆρα καὶ Κύριον, ἐκδυσώπει πανόλβιε.

Δοξαστικὸν

Δόξα...

Ἦχος πλβ

Ἱερεὺς ἐννομώτατος, μέχρι τέλους ἐχρημάτισας, μάκαρ Ἐλευθέριε· ἱερουργῶν γὰρ τὰ θεῖα καὶ ἄρρητα μυστήρια, τὸ αἷμά σου ἐξέχεας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ θῦμα εὐπρόσδεκτον σεαυτὸν προσήγαγες· διὸ παρρησίαν ἔχων πρὸς αὐτόν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν πίστει τελούντων σὴν ἀεισέβαστον μνήμην, καὶ τοὺς αὐτὴν γεραίροντας ῥυσθῆναι πειρασμῶν, καὶ παντοίων κινδύνων καὶ περιστάσεων.

Καὶ νῦν... Προεόρτιο Χριστουγέννων

Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, ὃνπερ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς. Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

Ὅταν δὲ ψάλλωσι τὸ Καὶ νῦν, ποιοῦσιν ὁμοῦ ὅ τε Διάκονος καὶ ὁ Ἱερεὺς εἴσοδον.

Διάκονος

Εὐλόγησον, Δέσποτα, τό θυμίαμα.

Ο Ἱερεὺς εὐλογών αὐτὸ ὡς συνήθως λέγει·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἴσοδος.

Καὶ ἐξέρχονται ἅμα διὰ τοῦ βορείου κλίτους, προπορευομένου τοῦ Διακόνου· και, ἱσταμένων καταντικρὺ τῶν ἁγίων θυρῶν, λέγει ὁ Διάκονος·

Διάκονος

Τοῦ Κυρίου δεηθῶμεν

Ὁ δὲ Ἱερεὺς κλίνας τὴν κεφαλὴν λέγει ἠρέμα τὴν εὐχὴν τῆς εἰσόδου·

ΙΕΡΕΥΣ

Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας, αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σου, Δέσποτα τῶν ἁπάντων, Φιλάνθρωπε, Κύριε. Κατεύθυνον τὴν προσευχὴν ἡμῶν, ὡς θυμίαμα ἐνώπιόν σου καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν· ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, καὶ ἐπὶ σοὶ ἠλπίσαμεν· μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν.

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Διάκονος

Εὐλόγησον Δέσποτα, τὴν ἁγίαν εἴσοδον.

ΙΕΡΕΥΣ

Εὐλογημένη ἡ Εἴσοδος τῶν Ἁγίων σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Διάκονος

Σοφία, Ὀρθοί!

Εαν εισοδεύει εις ιερεύς μόνος ή μετά διακόνου, το "Φως Ιλαρόν" αναγινώσκεται χύμα υπο του προεστώτος ή του αναγνώστου, εάν όμως εισοδεύουν δύο ή περισσότεροι ιερείς, ψάλλουν αυτοί τον ύμνον εν μέσω του ναού. Δυνατόν επίσης εις πανηγυρίζοντες ναούς να ψαλεί το "Φως ιλαρόν" μετά μέλους υπό των χορών έστω και αν εισοδεύει είς μόνον ιερεύς.

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Διάκονος

Ἑσπέρας Προκείμενον.

Εάν εισόδευασαν δύο ή περισσότεροι ιερείς, ψάλλουν αυτοί πρώτοι το προκείμενον και έπειτα επαναλαμβάνουν αυτό οι ψάλται μετά των στίχων αυτού.

Τῇ Πέμπτῃ ἑσπέρας

Ἦχος πλ β΄. Ψαλμὸς ρκ´

Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

Στίχος. Ἦρα τους ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.

Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

Επειδή έγινε είσοδος, απαγγέλεται υπό του διακόνου η εκτενής δέησις.

Διάκονος

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν, εἴπωμεν.

Χορός

Κύριε, ἐλέησον.

Διάκονος

Κύριε, Παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Κύριε, ἐλέησον.

Διάκονος

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Χορός

Κύριε, ἐλέησον (γ΄)

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν.

Κύριε, ἐλέησον (γ΄)

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (...) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Κύριε, ἐλέησον (γ΄)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει καὶ ἐνορίᾳ ταύτῃ, τῶν ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἱερᾶς Ἐκκλησίας ταύτης.

Κύριε, ἐλέησον (γ΄)

Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ Μονῆς) ταύτης καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἀπανταχοῦ ὀρθοδόξων.

Κύριε, ἐλέησον (γ΄)

Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Κύριε, ἐλέησον

Τούτων δέ λεγομένων λέγει ὁ Ἱερεύς τήν εὐχήν τῆς ἐκτενοῦς ἱκεσίας μυστικά.

Κύριε, ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν Σῶν δούλων, καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους Σου, καὶ τοὺς οἰκτιρμούς Σου κατάπεμψον ἐφ' ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν Σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Ἱερεύς εκφώνως

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀναγνώστης:

Ἀμήν.

και εὐθὺς η ανάγνωσις του

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Διάκονος τὰ πληρωτικά

Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Χορός

Κύριε, ἐλέησον.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Κύριε, ἐλέησον.

Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά του Κυρίου, αἰτησώμεθα.

Παράσχου Κύριε.

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Παράσχου Κύριε.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Παράσχου Κύριε.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Παράσχου Κύριε.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Παράσχου Κύριε.

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.

Παράσχου Κύριε.

Της παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Σοὶ Κύριε.

Ἱερεύς

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.

Χορός

Ἀμήν.

Ἱερεύς:

Εἰρήνη πᾶσι.

Χορός

Καὶ τῷ πνεύματί σου.

Διάκονος

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Χορός

Σοί, Κύριε.

Ἱερεύς

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλῖνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρία τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν· οὓς διαφύλαξον ἐν παντὶ καιρῷ καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργίας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.

Ἱερεύς εκφώνως

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός

Ἀμήν.

Εἰς τὴν Λιτὴν

Επειδή δεν υπάρχουν ιδιόμελα λιτής στην ακολουθία της ημέρας, ψάλε τὸ ἰδιόμελον τοῦ ἁγίου τοῦ ναοῦ (ἢ τῆς μονῆς).

..........

Διάκονος

Ελέησον ημάς ο Θεός...

Χορός

Κύριε, ἐλέησον (γ΄)

Διάκονος

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν...

Κύριε, ἐλέησον (γ΄)

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Πατρός καὶ Ἀρχιεπισκόπου...

Κύριε, ἐλέησον (γ΄)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης,...

Κύριε, ἐλέησον (γ΄)

Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι...

Κύριε, ἐλέησον (γ΄)

Ἔτι δεόμεθα ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον...

Κύριε, ἐλέησον (γ΄)

Ἱερεύς

Επάκουσον ημών ο Θεός…

Ελεήμων γάρ..

Χορός

Ἀμήν.

Ἱερεύς

Εἰρήνη πᾶσι.

Χορός

Καὶ τῷ πνεύματί σου.

Διάκονος

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ἱερεύς

Δεσποτα πολυέλεε…

Χορός

Ἀμήν.

Ἱερεύς

Ψάλλει το

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου...

Χορός το τέλος

ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

Διάκονος

Τοῦ Κυρίου δεηθῶμεν.

Χορός

Κύριε ἐλέησον.

Ἱερεύς

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ εὐλογήσας τοὺς πέντε ἄρτους ...

Χορός

Ἀμήν.

Ἱερεύς

Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.

Χορός Το αὐτό ἐπαναλαμβάνεται ὑπὸ τῶν χορῶν δίς

Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.

Καὶ ψάλλουμε τα Ἀπόστιχα

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος α’ Τῶν οὐρανίων.

Τῆς Ἐκκλησίας προστάτης Πάτερ γενόμενος, ὡς Εὐανθίας γόνος, τῆς θεόφρονος ὄντως, καὶ μύστης Ἀποστόλων ὡς ἀληθῶς, πρὸς τὸν Θεὸν ἐπιστρέφεις λαούς, τοὺς πρίν ἀφρόνως τὸ σέβας οἷα θεοῖς, ἀπονέμοντας τοῖς Δαίμοσιν.

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην.

Τῶν ἐπιτόκων γυναίων Πάτερ κηδόμενος, ἐλευθερίαν δίδως, τῷ Ναῷ σου φοιτώσαις, εὔπλοιαν δὲ πάλιν ἄλλοις θερμῶς, ἐξαιτοῦσιν ἐπέδωκας, καὶ τοῖς νοσοῦσιν ὑγείαν σὺ χορηγεῖς, διαλάμπων ἐν τοῖς θαύμασι.

Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Τοῦ Μαρτυρίου τοὺς ἄθλους στερρῶς ὑπήνεγκας, Ἀδριανοῦ μὴ πτήξας, τὰς δριμείας κολάσεις, ἔρωτι τοῦ Κτίστου ὅλους ἁλούς, Ἐλευθέριε πάνσοφε, καὶ τὴν τεκοῦσάν σε σύναθλον προσλαβών, ἀνελήλυθας γηθόμενος.

Δόξα...

Ἦχος πλ. δ’

Τῆς ἱεραρχίας σου Ὅσιε Πάτερ, τὴν στολὴν ἐφοίνιξας, ταῖς ῥοαῖς τῶν αἱμάτων σου. Ἐν μέσῳ δὲ τοῦ σταδίου ἀνδρικῶς τελειωθέντα ἰδοῦσά σε, ἐπιπεσοῦσα ἠσπάζετο τὸ γλυκὺ τέκνον, ἡ καλῶς γεννησαμένη καὶ θρεψαμένη σε· διὸ καὶ τμηθεῖσα τῷ ξίφει, εἰς οὐρανίους θαλάμους μετὰ σοῦ συνεισῆλθεν. Ὢ μακαρίας Μητρός! ὢ μαστῶν ἱερῶν! οὓς ἐθήλασας μάκαρ Ἐλευθέριε, καὶ τῆς φύσεως τὸν Πλάστην ἐπέγνως. Σὺν αὐτῇ οὖν πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν...

Θεοτοκίον

Ὁ αὐτὸς. Προεόρτιον.

Υπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει, Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε· Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέρτην.

Ἱερεύς

Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

ΑΝΑΓΝΩΣΤΗΣ

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἷς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἷς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ

Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.

ΑΝΑΓΝΩΣΤΗΣ:

Ἀμήν.

Ἀπολυτίκιον Ἦχος πλ. α’

Τὸν συνάναρχον.

Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν. Διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.

Δόξα...

Καὶ νῦν...

Θεοτοκίον

Ἦχος πλ. α΄

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

Διάκονος

Τοῦ Κυρίου δεηθῶμεν.

Χορός Κύριε ἐλέησον.

Ὁ δέ Ἱερεύς, ἐπί τῆς ὡραίας πύλης ἱστάμενος εὐλογεῖ τόν λαόν λέγων:

Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ' ὑμᾶς, τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Χορός Ἀμήν.

Εάν τελείται Αγρυπνία ευθύς αναγινώσκεται ο Εξάψαλμος και άρχεται ο όρθρος.

Ει δε μή λέγει ο προεστώς ή ο Αναγνώστης:

Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ πόλει (ἢ τῇ μονῇ, ἢ χώρᾳ, ἢ τῇ νήσῳ) ταύτῃ εἰς αἰῶνας αἰώνων. Ἀμήν.

Ἱερεύς

Υπεραγία Θεοτόκε σώσον ημάς.

Χορός

Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

Ἱερεύς

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

Διάκονος

Δόξα Πατρί... και νύν... Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον, ευλόγησον

Ἱερεύς

(μεγάλη απόλυσις)

Χριστός ὁ ἀληθινός Θεός ἡμῶν,

ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ἁγίου τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου,

ού καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμάς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

ΙΕΡΕΥΣ

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ΧΟΡΟΣ:

Ἀμήν.

//////////////////

Τέλος του Εσπερινού

Πηγή

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σχετικές αναρτήσεις

Το Πρώτο Θαύμα του Αγίου Νεκταρίου: Η Συγκλονιστική Ιστορία στο Αρεταίειο

Ο Άγιος Νεκτάριος Πενταπόλεως, ο Άγιος της υπομονής και της ανεξικακίας, πέρασε τους τελευταίους μήνες της επίγειας ζωής του δοκιμαζόμενος σ...